1. «ΖΩΝΤΑΝΗ ΕΛΠΙΔΑ» (1997)
Κύριος βοηθός μου καί ὑπερασπιστής μου· ἐπ᾿ αὐτῷ ἤλπισεν ἡ καρδία μου. Ἀλληλούϊα. (Ψα 27,7)
Στίχοι
α. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα. (Ψα 7,2)
β. Ἐμοί δέ τό προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τήν ἐλπίδα μου. (Ψα 72,28)
2. «ΚΟΙΝΩΝΙΑ ΑΓΑΠΗΣ» (1998)
Ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς, λέγει ὁ Κύριος. Ἀγαπήσατε ἐκτενῶς ἐκ καθαρᾶς καρδίας. (Ἰω 13,34· Α΄ Πέ 1,22)
Στίχοι
α. Ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους. (Ἰω 13,34)
β. Ὁ ἔχων τάς ἐντολάς μου καί τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. (Ἰω 14,21)
3. «ΠΟΡΕΙΑ ΠΙΣΤΕΩΣ» (1999)
Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ὅτι πᾶς ὁ πιστεύων εἰς Χριστὸν οὐ καταισχυνθήσεται. (Α΄ Τι 6,12· Ρω 9,33)
Στίχοι
α. Αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. (Α΄ Ἰω 5,4)
β. Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει. (Α΄ Κο 16,13)
4. «ΣΤΑ ΙΧΝΗ ΤΩΝ ΑΓΙΩΝ» (2000)
Ἅγιοι γίνεσθε, ὅτι ἅγιος Κύριος ὁ Θεός ἡμῶν· τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν.
(Α΄ Πέ 1,16· Α΄ Θε 4,3)
Στίχοι
α. Ὁ ἅγιος ἁγιασθήτω ἔτι. (Ἀπ 22,11)
β. Οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ.
(Ἐφ 2,19)
5. «ΓΡΗΓΟΡΕΙΤΕ» (2001)
Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
(Α΄ Κο 16,13-14)
Στίχοι
α. Σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι. (Β΄ Πέ 1,10)
β. Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ. (Κλ 4,2)
6. «ΘΕΙΑ ΚΑΤΑΦΥΓΗ» (2002)
Κύριε, πρὸς σὲ κατέφυγον, ὅτι σὺ εἶ ἡ ἐλπίς μου, καταφυγή μου, τὸ ἀγαλλίαμά μου, καὶ σῶσόν με.
(Ψα 142,9· 141,6· 31,7)
Στίχοι
α. Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. (Ψα 45,2)
β. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. (Ψα 89,1)
7. «ΕΥΩΔΙΑ ΧΡΙΣΤΟΥ» (2003)
Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ. Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν.
(Β΄ Κο 2,15· Ρω 12,2)
Στίχοι
α. Ἐν ὀσμῇ εὐωδίας προσδέξομαι ὑμᾶς καὶ ἁγιασθήσομαι ἐν ὑμῖν, λέγει Κύριος.
(Ἰζ 20,41)
β. Ὡς λίβανος εὐωδιάσατε ὀσμὴν καὶ ἀνθήσατε ἄνθος ὡς κρίνον. (Σοφ. Σειρ. 39,14)
8. «ΣΤΑΔΙΟ ΕΥΣΕΒΕΙΑΣ» (2004)
Κύριε, Κύριε, ἀξίωσον ἡμᾶς ἐν τῷ σταδίῳ τῆς εὐσεβείας ἀγωνισθῆναι ἄχρι τέλους.
Στίχοι
α. Σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι. (Ττ 2,12)
β. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. (Β΄ Τι 2,5)
9. «ΧΑΡΑ ΘΕΟΥ» (2005)
Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. Χαίρετε ἐν Κυρίῳ πάντοτε, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾿ ὑμῶν.
(Α΄ Θε 5,16-18· Φι 4,4· Ἰω 16,22)
Στίχοι
α. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ. (Ψα 94,1)
β. Ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην. (Ψα 76,4)
10. «ΓΕΝΗΘΗΤΩ ΤΟ ΘΕΛΗΜΑ ΣΟΥ» (2006)
Ἀδελφοί, ποιεῖτε τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς καὶ εὔχεσθε· Πάτερ ἡμῶν, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.
(Ἐφ 6,6· Μθ 6,10)
Στίχοι
α. Στῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ. (Κλ 4,12)
β. Ὑπομονῆς ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. (Ἑβ 10,36)
11. «ΜΕ ΟΔΗΓΟ ΤΟΝ ΑΓΙΟ ΧΡΥΣΟΣΤΟΜΟ» (2007)
Ἅγιοι γίνεσθε, ὅτι ἅγιος Κύριος ὁ Θεός ἡμῶν· τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν.
(Α΄ Πέ 1,16· Α΄ Θε 4,3)
Στίχοι
α. Ὁ ἅγιος ἁγιασθήτω ἔτι. (Ἀπ 22,11)
β. Οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ.
(Ἐφ 2,19)
12. «ΦΩΣ ΧΡΙΣΤΟΥ» (2008)
Χριστέ, τὸ φῶς τὸ ἀληθινόν, σημειωθήτω ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα υἱοὶ φωτὸς γενώμεθα.
Στίχοι
α. Ὡς τέκνα φωτὸς περιπατεῖτε. (Ἐφ 5,8)
β. Κύριος φωτισμός μου καὶ σωτήρ μου. (Ψα 26,1)
13. «ΚΑΙ ΕΠΙ ΓΗΣ ΕΙΡΗΝΗ!» (2009)
Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, λέγει ὁ Κύριος. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν. (Ἰω 14,27· Ἐφ 2,14)
Στίχοι
α. Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. (Ἰω 14,27)
β. Ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. (Ἰω 16,33)
14. «ΣΤΗ ΣΚΕΠΗ ΤΗΣ ΠΛΑΤΥΤΕΡΑΣ» (2010)
Παναγία Παρθένε, χαῖρε σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης. Μὴ ἀπορρίψῃς ἡμᾶς τῆς θερμῆς προστασίας σου.
Στίχοι
α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον. (Λκ 1,47)
β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. (Λκ 1,48)
15. «ΚΡΑΤΕΙ Ο ΕΧΕΙΣ» (2011)
Ἔρχομαι ταχύ, λέγει ὁ Κύριος· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. (Ἀπ 3,11)
Στίχοι
α. Ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε. (Β΄ Θε 2,15)
β. Μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν. (Λκ 11,28)
16. «ΜΕΙΝΟΝ ΜΕΘ᾿ ΗΜΩΝ» (2012)
Κύριε, μεῖνον μεθ᾿ ἡμῶν, καθὼς ἐπηγγείλω ἡμῖν· Ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.
(Λκ 24,29· Μθ 28,20)
Στίχοι
α. Κύριος τῶν δυνάμεων μεθ᾿ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. (Ψα 45,8)
β. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε, ὅτι μεθ᾿ ἡμῶν ὁ Θεός. (Ἠσ 8,8-9)
17. «ΤΟΥ ΓΑΡ ΘΕΟΥ ΕΙΜΙ ΕΓΩ» (2013)
Πνεύματι περιπατῶμεν καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσωμεν. Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ· τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ. (Γα 5,16· Φι 4,13· Γέ 50,19)
Στίχοι
α. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. (Γα 3,26)
β. Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει. (Ἰω 8,47)
18. «ΕΛΘΕ, ΠΑΡΑΚΛΗΤΕ ΑΓΑΘΕ» (2014)
Τό Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀφ᾿ ἡμῶν δεόμεθα, Φιλάνθρωπε. Ἀλληλούϊα.
Στίχοι
α. Ὁ Παράκλητος, τό Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ἡμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν.
(Ἰω 16,13)
β. Ναὸς τοῦ Θεοῦ ἐσμεν, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ἡμῖν. (Α΄ Κο 3,16)
19. «ΓΕΥΣΑΣΘΕ ΚΑΙ ΙΔΕΤΕ» (2015)
Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Ἄρτον οὐράνιον καὶ ποτήριον ζωῆς γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Ἀλληλούϊα.
Στίχοι
α. Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.
(Ψα 33,6)
β. Πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχει ὁ Κύριος. (Ἰω 6,68)
20. «ΕΛΘΕΤΩ Η ΒΑΣΙΛΕΙΑ ΣΟΥ» (2016)
Πάτερ ἡμῶν, ἐλθέτω ἡ βασιλεία σου, βασιλεῦ τῶν βασιλευόντων, καὶ μνήσθητι ἡμῶν ἐν τῇ Βασιλείᾳ σου. (Μθ 6,9-10· Α΄ Τι 6,15· Λκ 23,42)
Στίχοι
α. Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (Ψα 144,13)
β. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. (Ψα 5,3)
21. «Ζῌ ΚΥΡΙΟΣ» (2017)
Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ φύλαξ μου, καὶ ὑψωθήσεται ὁ Θεός μου, ὁ φύλαξ τῆς σωτηρίας μου. Ἀλληλούϊα. (Β΄ Βα 22,47)
Στίχοι
α. Ζῇ Κύριος ὁ Θεός τῶν δυνάμεων. (Γ΄ Βα 17,1)
β. Θαρσεῖτε καὶ μὴ φοβεῖσθε, λέγει ὁ Κύριος. (Μθ 14,27)
22. «ΕΝ ΠΑΝΤΙ ΕΥΧΑΡΙΣΤΕΙΤΕ» (2018)
Ὀφείλομεν, ἀδελφοί, εὐχαριστεῖν τῷ Θεῷ πάντοτε. Ἐν παντὶ εὐχαριστεῖτε, καθὼς ἄξιόν ἐστιν. Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος.
(Β΄ Θε 1,3· Α΄ Θε 5,18· Ἀπ 11,17)
Στίχοι
α. Μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν. (Φι 4,6)
β. Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ. (Κλ 4,2)
23. «ΧΡΙΣΤΙΑΝΟΣ ΕΙΜΙ» (2019)
Εἰς Χριστὸν ἐβαπτίσθην, χριστιανός εἰμι. Τὰ ἄνω φρονῶμεν, μὴ τὰ ἐπὶ τῆς γῆς. Σπουδάσωμεν Χριστὸν μιμεῖσθαι καὶ μετὰ Χριστοῦ περιπατήσωμεν.
Στίχοι
α. Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. (Φι 3,20)
β. Γίνεσθε μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ. (Ἐφ 5,1)
24. «ΘΑΡΣΕΙΤΕ, ΕΓΩ ΕΙΜΙ» (2020)
Θαρσεῖτε, λαός μου, λέγει ὁ Κύριος. Θαρσεῖτε, ἐγώ εἰμι. Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. (Βρ 4,5· Μθ 14,27· Ἰω 16,33)
Στίχοι
α. Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. (Ἰω 14,27)
β. Θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν. (Ζα 8,13)
25. «ΗΡΩΙΣΜΟΣ ΚΑΙ ΑΓΙΟΣΥΝΗ» (2021)
Εὐχαριστοῦμέν σοι, Κύριε, ὅτι ἠλευθέρωσας ἡμᾶς ἐκ τῆς δουλείας τῶν ἐχθρῶν. Ἀλληλούια, ἀλληλούια, ἀλληλούια.
Τῇ ἐλευθερίᾳ, ἀδελφοί, ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
(Γα 5,1· Β΄ Κο 7,1)
26. «ΩΣ ΘΑΥΜΑΣΤΟΝ ΤΟ ΟΝΟΜΑ ΣΟΥ» (2022)
Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
(Ἀπ 15,3· Ψα 8,2)
Στίχοι
α. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος. (Ψα 97,1)
β. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. (Ψα 67,36)
27. «ΜΕΙΖΩΝ ΕΣΤΙΝ Ο ΕΝ ΥΜΙΝ Ή Ο ΕΝ Τῼ ΚΟΣΜῼ» (2023)
Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. Μείζων ἐστὶν ὁ ἐν ἡμῖν ἢ ὁ ἐν τῷ κόσμῳ, καὶ ἐξῆλθε νικῶν καὶ ἵνα νικήσῃ. (Ψα 146,5· Α΄ Ἰω4,4· Ἀπ 6,2)
Στίχοι
α. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. (Ψα 144,3)
β. Ὁ γὰρ Κύριος ὁ Θεὸς ἡμῶν οὗτος ὁ Θεὸς ὁ μέγας καὶ ἰσχυρὸς καὶ φοβερός.
(Δε 10,17)
28. «ΙΔΟΥ ΕΣΤΗΚΑ ΕΠΙ ΤΗΝ ΘΥΡΑΝ ΚΑΙ ΚΡΟΥΩ» (2024)
Ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω, λέγει ὁ Κύριος. Ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ᾿ αὐτοῦ καὶ αὐτὸς μετ᾿ ἐμοῦ. Ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω. (Ἀπ 3,20)
Στίχος
Ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ Κυρίῳ μου. (βλ. Ἆσ 5,5)